ΘΟΥ­ΚΥ­ΔΙ­ΔΟΥ, Πε­ρι­κλέ­ους «Ε­ΠΙ­ΤΑ­ΦΙ­ΟΣ»

᾿Εν δὲ τῷ αὐ­τῷ χει­μῶ­νι ᾿Α­θη­ναῖ­οι τῷ πα­τρί­ῳ νό­μῳ χρώ­με­νοι δη­μο­σί­ᾳ τα­φὰς ἐ­ποι­ή­σα­ντο τῶν ἐν τῷ­δε τῷ πο­λέ­μῳ πρώ­των ἀ­πο­θα­νό­ντων τρό­πῳ τοι­ῷ­δε. τὰ μὲν ὀ­στᾶ προ­τί­θε­νται τῶν ἀ­πο­γε­νο­μέ­νων πρό­τρι­τα σκη­νὴν ποι­ή­σα­ντες, καὶ ἐ­πι­φέ­ρει τῷ αὑ­τοῦ ἕ­κα­στος ἤν τι βού­λη­ται· ἐ­πει­δὰν δὲ ἡ ἐκ­φο­ρὰ ᾖ, λάρ­να­κας κυ­πα­ρισ­σί­νας ἄ­γου­σιν ἅ­μα­ξαι, φυ­λῆς ἑ­κά­στης μί­αν· ἔ­νε­στι δὲ τὰ ὀ­στᾶ ἧς ἕ­κα­στος ἦν φυ­λῆς. μί­α δὲ κλί­νη κε­νὴ φέ­ρε­ται ἐ­στρω­μέ­νη τῶν ἀ­φα­νῶν, οἳ ἂν μὴ εὑ­ρε­θῶ­σιν ἐς ἀ­ναί­ρε­σιν. ξυ­νεκ­φέ­ρει δὲ ὁ βου­λό­με­νος καὶ ἀ­στῶν καὶ ξέ­νων, καὶ γυ­ναῖ­κες πά­ρει­σιν αἱ προ­σή­κου­σαι ἐ­πὶ τὸν τά­φον ὀ­λο­φυ­ρό­με­ναι. τι­θέ­α­σιν οὖν ἐς τὸ δη­μό­σι­ον σῆ­μα, ὅ ἐ­στιν ἐ­πὶ τοῦ καλ­λί­στου προ­α­στεί­ου τῆς πό­λε­ως, καὶ αἰ­εὶ ἐν αὐ­τῷ θά­πτου­σι τοὺς ἐκ τῶν πο­λέ­μων, πλήν γε­τοὺς ἐν Μα­ρα­θῶ­νι· ἐ­κεί­νων δὲ δι­α­πρε­πῆ τὴν ἀ­ρε­τὴν κρί­να­ντες αὐ­τοῦ καὶ τὸν τά­φον ἐ­ποί­η­σαν. ἐ­πει­δὰν δὲ κρύ­ψω­σι γῇ, ἀ­νὴρ ᾑ­ρη­μέ­νος ὑ­πὸ τῆς πό­λε­ως, ὃς ἂν γνώ­μῃ τε δο­κῇ μὴ ἀ­ξύ­νε­τος εἶ­ναι καὶ ἀ­ξι­ώ­σει προ­ή­κῃ, λέ­γει ἐ­π' αὐ­τοῖς ἔ­παι­νον τὸν πρέ­πο­ντα· με­τὰ δὲ τοῦ­το ἀ­πέρ­χο­νται. ὧ­δε μὲν θά­πτου­σιν· καὶ δι­ὰ πα­ντὸς τοῦ πο­λέ­μου, ὁ­πό­τε ξυμ­βαί­η αὐ­τοῖς, ἐ­χρῶ­ντο τῷ νό­μῳ. ἐ­πὶ δ' οὖν τοῖς πρώ­τοις τοῖσ­δε Πε­ρι­κλῆς ὁ Ξαν­θίπ­που ᾑ­ρέ­θη λέ­γειν. καὶ ἐ­πει­δὴ και­ρὸς ἐ­λάμ­βα­νε, προ­ελ­θὼν ἀ­πὸ τοῦ σή­μα­τος ἐ­πὶ βῆ­μα ὑ­ψη­λὸν πε­ποι­η­μέ­νον, ὅ­πως ἀ­κού­οι­το ὡς ἐ­πὶ πλεῖ­στον τοῦ ὁ­μί­λου, ἔ­λε­γε τοι­ά­δε.

Οἱ μὲν πολ­λοὶ τῶν ἐν­θά­δε ἤ­δη εἰ­ρη­κό­των ἐ­παι­νοῦ­σι τὸν προ­σθέ­ντα τῷ νό­μῳ τὸν λό­γον τόν­δε, ὡς κα­λὸν ἐ­πὶ τοῖς ἐκ τῶν πο­λέ­μων θα­πτο­μέ­νοις ἀ­γο­ρεύ­ε­σθαι αὐ­τόν. ἐ­μοὶ δὲ ἀρ­κοῦν ἂν ἐ­δό­κει εἶ­ναι ἀν­δρῶν ἀ­γα­θῶν ἔρ­γῳ γε­νο­μέ­νω­νἔρ­γῳ καὶ δη­λοῦ­σθαι τὰς τι­μάς, οἷ­α καὶ νῦν πε­ρὶ τὸν τά­φο­ντόν­δε δη­μο­σί­ᾳ πα­ρα­σκευ­α­σθέ­ντα ὁ­ρᾶ­τε, καὶ μὴ ἐν ἑ­νὶ ἀν­δρὶ πολ­λῶν ἀ­ρε­τὰς κιν­δυ­νεύ­ε­σθαι εὖ τε καὶ χεῖ­ρον εἰ­πό­ντι πι­στευ­θῆ­ναι. χα­λε­πὸν γὰρ τὸ με­τρί­ως εἰ­πεῖν ἐν ᾧ μό­λις καὶ ἡ δό­κη­σις τῆς ἀ­λη­θεί­ας βε­βαι­οῦ­ται. ὅ τε γὰρ ξυ­νει­δὼς καὶ εὔ­νους ἀ­κρο­α­τὴς τά­χ' ἄν τι ἐν­δε­ε­στέ­ρως πρὸς ἃ βού­λε­ταί τε καὶ ἐ­πί­στα­ται νο­μί­σει­ε δη­λοῦ­σθαι, ὅ τε ἄ­πει­ρος ἔ­στιν ἃ καὶ πλε­ο­νά­ζε­σθαι, δι­ὰ φθό­νον, εἴ τι ὑ­πὲρ τὴν αὑ­τοῦ φύ­σιν ἀ­κού­οι. μέ­χρι γὰρ τοῦ­δε ἀ­νε­κτοὶ οἱ ἔ­παι­νοί εἰ­σι πε­ρὶ ἑ­τέ­ρων λε­γό­με­νοι, ἐς ὅ­σον ἂν καὶ αὐ­τὸς ἕ­κα­στος οἴ­η­ται ἱ­κα­νὸς εἶ­ναι δρᾶ­σαί τι ὧν ἤ­κου­σεν· τῷ δὲ ὑ­περ­βάλ­λο­ντι αὐ­τῶν φθο­νοῦ­ντες ἤ­δη καὶ ἀ­πι­στοῦ­σιν. ἐ­πει­δὴ δὲ τοῖς πά­λαι οὕ­τως ἐ­δο­κι­μά­σθη ταῦ­τα κα­λῶς ἔ­χειν, χρὴ καὶ ἐ­μὲ ἑ­πό­με­νον τῷ νό­μῳ πει­ρᾶ­σθαι ὑ­μῶν τῆς ἑ­κά­στου βου­λή­σε­ώς τε καὶ δό­ξης τυ­χεῖν ὡς ἐ­πὶ πλεῖ­στον.

῎Αρ­ξο­μαι δὲ ἀ­πὸ τῶν προ­γό­νων πρῶ­τον· δί­και­ον γὰρ αὐ­τοῖς καὶ πρέ­πον δὲ ἅ­μα ἐν τῷ τοι­ῷ­δε τὴν τι­μὴν ταύ­την τῆς μνή­μης δί­δο­σθαι. τὴν γὰρ χώ­ραν οἱ αὐ­τοὶ αἰ­εὶ οἰ­κοῦ­ντες δι­α­δο­χῇ τῶν ἐ­πι­γι­γνο­μέ­νων μέ­χρι τοῦ­δε ἐ­λευ­θέ­ραν δι­' ἀ­ρε­τὴν πα­ρέ­δο­σαν. καὶ ἐ­κεῖ­νοί τε ἄ­ξι­οι ἐ­παί­νου καὶ ἔ­τι μᾶλ­λον οἱ πα­τέ­ρες ἡ­μῶν· κτη­σά­με­νοι γὰρ πρὸς οἷς ἐ­δέ­ξα­ντο ὅ­σην ἔ­χο­μεν ἀρ­χὴν οὐκ ἀ­πό­νως ἡ­μῖν τοῖς νῦν προ­σκα­τέ­λι­πον. τὰ δὲ πλεί­ω αὐ­τῆς αὐ­τοὶ ἡ­μεῖς οἵ­δε οἱ νῦν ἔ­τι ὄ­ντες μά­λι­στα ἐν τῇ κα­θε­στη­κυί­ᾳ ἡ­λι­κί­ᾳ ἐ­πηυ­ξή­σα­μεν καὶ τὴν πό­λιν τοῖς

πᾶ­σι πα­ρε­σκευ­ά­σα­μεν καὶ ἐς πό­λε­μον καὶ ἐς εἰ­ρή­νην αὐ­ταρ­κε­στά­την. ὧν ἐ­γὼ τὰ μὲν κα­τὰ πο­λέ­μους ἔρ­γα, οἷς ἕ­κα­στα ἐ­κτή­θη, ἢ εἴ τι αὐ­τοὶ ἢ οἱ πα­τέ­ρες ἡ­μῶν βάρ­βα­ρον ἢ ῞Ελ­λη­να πο­λέ­μι­ον ἐ­πι­ό­ντα προ­θύ­μως ἠ­μυ­νά­με­θα, μα­κρη­γο­ρεῖν ἐν εἰ­δό­σιν οὐ βου­λό­με­νος ἐ­ά­σω· ἀ­πὸ δὲ οἵ­ας τε ἐ­πι­τη­δεύ­σε­ως ἤλ­θο­μεν ἐ­π' αὐ­τὰ καὶ με­θ' οἵ­ας πο­λι­τεί­ας καὶ τρό­πων ἐξ οἵ­ων με­γά­λα ἐ­γέ­νε­το, ταῦ­τα δη­λώ­σας πρῶ­τον εἶ­μι καὶ ἐ­πὶ τὸν τῶν­δε ἔ­παι­νον, νο­μί­ζων ἐ­πί τε τῷ πα­ρό­ντι οὐκ ἂν ἀ­πρε­πῆ λε­χθῆ­ναι αὐ­τὰ καὶ τὸν πά­ντα ὅ­μι­λον καὶ ἀ­στῶν καὶ ξέ­νων ξύμ­φο­ρον εἶ­ναι ἐ­πα­κοῦ­σαι αὐ­τῶν.

Χρώ­με­θα γὰρ πο­λι­τεί­ᾳ οὐ ζη­λού­σῃ τοὺς τῶν πέ­λας νό­μους, πα­ρά­δει­γμα δὲ μᾶλ­λον αὐ­τοὶ ὄ­ντες τι­σὶν ἢ μι­μού­με­νοι ἑ­τέ­ρους. καὶ ὄ­νο­μα μὲν δι­ὰ τὸ μὴ ἐς ὀ­λί­γους ἀλ­λ' ἐς πλεί­ο­νας οἰ­κεῖν δη­μο­κρα­τί­α κέ­κλη­ται· μέ­τε­στι δὲ κα­τὰ μὲν τοὺς νό­μους πρὸς τὰ ἴ­δι­α δι­ά­φο­ρα πᾶ­σι τὸ ἴ­σον, κα­τὰ δὲ τὴν ἀ­ξί­ω­σιν, ὡς ἕ­κα­στος ἔν τῳ εὐ­δο­κι­μεῖ, οὐκ ἀ­πὸ μέ­ρους

τὸ πλέ­ον ἐς τὰ κοι­νὰ ἢ ἀ­π' ἀ­ρε­τῆς προ­τι­μᾶ­ται, οὐ­δ' αὖ κα­τὰ πε­νί­αν, ἔ­χων γέ τι ἀ­γα­θὸν δρᾶ­σαι τὴν πό­λιν, ἀ­ξι­ώ­μα­τος ἀ­φα­νεί­ᾳ κε­κώ­λυ­ται. ἐ­λευ­θέ­ρως δὲ τά τε πρὸς τὸ κοι­νὸν πο­λι­τεύ­ο­μεν καὶ ἐς τὴν πρὸς ἀλ­λή­λους τῶν κα­θ' ἡ­μέ­ραν ἐ­πι­τη­δευ­μά­των ὑ­πο­ψί­αν, οὐ δι­' ὀρ­γῆς τὸν πέ­λας, εἰ καθ᾿ ἡ­δο­νήν τι δρᾷ, ἔ­χο­ντες, οὐ­δὲ ἀ­ζη­μί­ους μέν, λυ­πη­ρὰς δὲ τῇ ὄ­ψει ἀ­χθη­δό­νας προ­στι­θέ­με­νοι. ἀ­νε­πα­χθῶς δὲ τὰ ἴ­δι­α προ­σο­μι­λοῦ­ντες τὰ δη­μό­σι­α δι­ὰ δέ­ος μά­λι­στα οὐ πα­ρα­νο­μοῦ­μεν, τῶν τε αἰ­εὶ ἐν ἀρ­χῇ ὄ­ντων ἀ­κρο­ά­σει καὶ τῶν νό­μων, καὶ μά­λι­στα αὐ­τῶν ὅ­σοι τε ἐ­π' ὠ­φε­λί­ᾳ τῶν ἀ­δι­κου­μέ­νων κεῖ­νται καὶ ὅ­σοι ἄ­γρα­φοι ὄ­ντες αἰ­σχύ­νην ὁ­μο­λο­γου­μέ­νην φέ­ρου­σιν.

Καὶ μὴν καὶ τῶν πό­νων πλεί­στας ἀ­να­παύ­λας τῇ γνώ­μῃ ἐ­πο­ρι­σά­με­θα, ἀ­γῶ­σι μέν γε καὶ θυ­σί­αις δι­ε­τη­σί­οις νο­μί­ζο­ντες, ἰ­δί­αις δὲ κα­τα­σκευ­αῖς εὐ­πρε­πέ­σιν, ὧν κα­θ' ἡ­μέ­ραν ἡ τέρ­ψις τὸ λυ­πη­ρὸν ἐκ­πλήσ­σει. ἐ­πε­σέρ­χε­ται δὲ δι­ὰ μέ­γε­θος τῆς πό­λε­ως ἐκ πά­σης γῆς τὰ πά­ντα, καὶ ξυμ­βαί­νει ἡ­μῖν μη­δὲν οἰ­κει­ο­τέ­ρᾳ τῇ ἀ­πο­λαύ­σει τὰ αὐ­τοῦ ἀ­γα­θὰ γι­γνό­με­να καρ­ποῦ­σθαι ἢ καὶ τὰ τῶν ἄλ­λων ἀν­θρώ­πων.

Δι­α­φέ­ρο­μεν δὲ καὶ ταῖς τῶν πο­λε­μι­κῶν με­λέ­ταις τῶν ἐ­να­ντί­ων τοῖσ­δε. τήν τε γὰρ πό­λιν κοι­νὴν πα­ρέ­χο­μεν, καὶ οὐκ ἔ­στιν ὅ­τε ξε­νη­λα­σί­αις ἀ­πείρ­γο­μέν τι­να ἢ μα­θή­μα­τος ἢ θε­ά­μα­τος, ὃ μὴ κρυ­φθὲν ἄν τις τῶν πο­λε­μί­ων ἰ­δὼν ὠ­φε­λη­θεί­η, πι­στεύ­ο­ντες οὐ ταῖς πα­ρα­σκευ­αῖς τὸ πλέ­ον καὶ ἀ­πά­ταις ἢ τῷ ἀ­φ' ἡ­μῶν αὐ­τῶν ἐς τὰ ἔρ­γα εὐ­ψύ­χῳ· καὶ ἐν ταῖς παι­δεί­αις οἱ μὲν ἐ­πι­πό­νῳ ἀ­σκή­σει εὐ­θὺς νέ­οι ὄ­ντες τὸ ἀν­δρεῖ­ον με­τέρ­χο­νται, ἡ­μεῖς δὲ ἀ­νει­μέ­νως δι­αι­τώ­με­νοι οὐ­δὲν ἧσ­σον ἐ­πὶ τοὺς ἰ­σο­πα­λεῖς κιν­δύ­νους χω­ροῦ­μεν. τε­κμή­ρι­ον δέ· οὔ­τε γὰρ Λα­κε­δαι­μό­νι­οι κα­θ' ἑ­αυ­τούς, μέθ᾿ ἁ­πά­ντων δὲ ἐς τὴν γῆν ἡ­μῶν στρα­τεύ­ου­σι, τήν τε τῶν πέ­λας αὐ­τοὶ ἐ­πελ­θό­ντες οὐ χα­λε­πῶς ἐν τῇ ἀλ­λο­τρί­ᾳ τοὺς πε­ρὶ τῶν οἰ­κεί­ων ἀ­μυ­νο­μέ­νους μα­χό­με­νοι τὰ πλεί­ω κρα­τοῦ­μεν. ἁ­θρό­ᾳ τε τῇ δυ­νά­μει ἡ­μῶν οὐ­δείς πω πο­λέ­μι­ος ἐ­νέ­τυ­χε δι­ὰ τὴν τοῦ ναυ­τι­κοῦ τε ἅ­μα ἐ­πι­μέ­λει­αν καὶ τὴν ἐν τῇ γῇ ἐ­πὶ πολ­λὰ ἡ­μῶν αὐ­τῶν ἐ­πί­πεμ­ψιν· ἢν δέ που μο­ρί­ῳ τι­νὶ προ­σμεί­ξω­σι, κρα­τή­σα­ντές τέ τι­νας ἡ­μῶν πά­ντας αὐ­χοῦ­σιν ἀ­πε­ῶ­σθαι καὶ νι­κη­θέ­ντες ὑ­φ' ἁ­πά­ντων ἡσ­σῆ­σθαι. καί­τοι εἰ ῥᾳ­θυ­μί­ᾳ μᾶλ­λον ἢ πό­νων με­λέ­τῃ καὶ μὴ με­τὰ νό­μων τὸ πλέ­ον ἢ τρό­πων ἀν­δρεί­ας ἐ­θέ­λο­μεν κιν­δυ­νεύ­ειν, πε­ρι­γί­γνε­ται ἡ­μῖν τοῖς τε μέλ­λου­σιν ἀλ­γει­νοῖς μὴ προ­κά­μνειν, καὶ ἐς αὐ­τὰ ἐλ­θοῦ­σι μὴ ἀ­τολ­μο­τέ­ρους τῶν αἰ­εὶ μο­χθού­ντων φαί­νε­σθαι, καὶ ἔν τε τού­τοις τὴν πό­λιν ἀ­ξί­αν εἶ­ναι θαυ­μά­ζε­σθαι καὶ ἔ­τι ἐν ἄλ­λοις.

Φι­λο­κα­λοῦ­μέν τε γὰρ με­τ' εὐ­τε­λεί­ας καὶ φι­λο­σο­φοῦ­μεν ἄ­νευ μα­λα­κί­ας· πλού­τῳ τε ἔρ­γου μᾶλ­λον και­ρῷ ἢ λό­γου κό­μπῳ χρώ­με­θα, καὶ τὸ πέ­νε­σθαι οὐχ ὁ­μο­λο­γεῖν τι­νὶ αἰ­σχρόν, ἀλ­λὰ μὴ δι­α­φεύ­γειν ἔρ­γῳ αἴ­σχι­ον. ἔ­νι τε τοῖς αὐ­τοῖς οἰ­κεί­ων ἅ­μα καὶ πο­λι­τι­κῶν ἐ­πι­μέ­λει­α, καὶ ἑ­τέ­ροις πρὸς ἔρ­γα τε­τρα­μέ­νοις τὰ πο­λι­τι­κὰ μὴ ἐν­δε­ῶς γνῶ­ναι· μό­νοι γὰρ τόν τε μη­δὲν τῶν­δε με­τέ­χο­ντα οὐκ ἀ­πρά­γμο­να, ἀλ­λ' ἀ­χρεῖ­ον νο­μί­ζο­μεν, καὶ οἱ αὐ­τοὶ ἤ­τοι κρί­νο­μέν γε ἢ ἐν­θυ­μού­με­θα ὀρ­θῶς τὰ πρά­γμα­τα, οὐ τοὺς λό­γους τοῖς ἔρ­γοις βλά­βην ἡ­γού­με­νοι, ἀλ­λὰ μὴ προ­δι­δα­χθῆ­ναι μᾶλ­λον λό­γῳ πρό­τε­ρον ἢ ἐ­πὶ ἃ δεῖ ἔρ­γῳ ἐλ­θεῖν. δι­α­φε­ρό­ντως γὰρ δὴ καὶ τό­δε ἔ­χο­μεν ὥ­στε τολ­μᾶν τε οἱ αὐ­τοὶ μά­λι­στα καὶ πε­ρὶ ὧν ἐ­πι­χει­ρή­σο­μεν ἐ­κλο­γί­ζε­σθαι· ὃ τοῖς ἄλ­λοις ἀ­μα­θί­α μὲν θρά­σος, λο­γι­σμὸς δὲ ὄ­κνον φέ­ρει. κρά­τι­στοι δ' ἂν τὴν ψυ­χὴν δι­καί­ως κρι­θεῖ­εν οἱ τά τε δει­νὰ καὶ ἡ­δέ­α σα­φέ­στα­τα γι­γνώ­σκο­ντες καὶ δι­ὰ ταῦ­τα μὴ ἀ­πο­τρε­πό­με­νοι ἐκ τῶν κιν­δύ­νων. καὶ τὰ ἐς ἀ­ρε­τὴν ἐ­νη­ντι­ώ­με­θα τοῖς πολ­λοῖς· οὐ γὰρ πά­σχο­ντες εὖ, ἀλ­λὰ δρῶ­ντες κτώ­με­θα τοὺς φί­λους. βε­βαι­ό­τε­ρος δὲ ὁ δρά­σας τὴν χά­ριν ὥ­στε ὀ­φει­λο­μέ­νην δι­' εὐ­νοί­ας ᾧ δέ­δω­κε σῴ­ζειν· ὁ δὲ ἀ­ντο­φεί­λων ἀμ­βλύ­τε­ρος, εἰ­δὼς οὐκ ἐς χά­ριν, ἀλ­λ' ἐς ὀ­φεί­λη­μα τὴν ἀ­ρε­τὴν ἀ­πο­δώ­σων. καὶ μό­νοι οὐ τοῦ ξυμ­φέ­ρο­ντος μᾶλ­λον λο­γι­σμῷ ἢ τῆς ἐ­λευ­θε­ρί­ας τῷ πι­στῷ ἀ­δε­ῶς τι­νὰ ὠ­φε­λοῦ­μεν.

Ξυ­νε­λών τε λέ­γω τήν τε πᾶ­σαν πό­λιν τῆς ῾Ελ­λά­δος παί­δευ­σιν εἶ­ναι καὶ κα­θ' ἕ­κα­στον δο­κεῖν ἄν μοι τὸν αὐ­τὸν ἄν­δρα πα­ρ' ἡ­μῶν ἐ­πὶ πλεῖ­στ' ἂν εἴ­δη καὶ με­τὰ χα­ρί­των μά­λι­στ' ἂν εὐ­τρα­πέ­λως τὸ σῶ­μα αὔ­ταρ­κες πα­ρέ­χε­σθαι. καὶ ὡς οὐ λό­γων ἐν τῷ πα­ρό­ντι κό­μπος τά­δε μᾶλ­λον ἢ ἔρ­γων ἐ­στὶν ἀ­λή­θει­α, αὐ­τὴ ἡ δύ­να­μις τῆς πό­λε­ως, ἣν ἀ­πὸ τῶν­δε τῶν τρό­πων ἐ­κτη­σά­με­θα, ση­μαί­νει. μό­νη γὰρ τῶν νῦν ἀ­κο­ῆς κρείσ­σων ἐς πεῖ­ραν ἔρ­χε­ται, καὶ μό­νη οὔ­τε τῷ πο­λε­μί­ῳ ἐ­πελ­θό­ντι ἀ­γα­νά­κτη­σιν ἔ­χει ὑ­φ' οἵ­ων κα­κο­πα­θεῖ οὔ­τε τῷ ὑ­πη­κό­ῳ κα­τά­μεμ­ψιν ὡς οὐχ ὑ­π' ἀ­ξί­ων ἄρ­χε­ται. με­τὰ με­γά­λων δὲ ση­μεί­ων καὶ οὐ δή τοι ἀ­μάρ­τυ­ρόν γε τὴν δύ­να­μιν πα­ρα­σχό­με­νοι τοῖς τε νῦν καὶ τοῖς ἔ­πει­τα θαυ­μα­σθη­σό­με­θα, καὶ οὐ­δὲν προσ­δε­ό­με­νοι οὔ­τε ῾Ο­μή­ρου ἐ­παι­νέ­του οὔ­τε ὅ­στις ἔ­πε­σι μὲν τὸ αὐ­τί­κα τέρ­ψει, τῶν δ' ἔρ­γων τὴν ὑ­πό­νοι­αν ἡ ἀ­λή­θει­α βλά­ψει, ἀλ­λὰ πᾶ­σαν μὲν θά­λασ­σαν καὶ γῆν ἐ­σβα­τὸν τῇ ἡ­με­τέ­ρᾳ τόλ­μῃ κα­τα­να­γκά­σα­ντες γε­νέ­σθαι, πα­ντα­χοῦ δὲ μνη­μεῖ­α κα­κῶν τε κἀ­γα­θῶν ἀί­δι­α ξυ­γκα­τοι­κί­σα­ντες. πε­ρὶ τοι­αύ­της οὖν πό­λε­ως οἵ­δε τε γεν­ναί­ως δι­και­οῦ­ντες μὴ ἀ­φαι­ρε­θῆ­ναι αὐ­τὴν μα­χό­με­νοι ἐ­τε­λεύ­τη­σαν, καὶ τῶν λει­πο­μέ­νων πά­ντα τι­νὰ εἰ­κὸς ἐ­θέ­λειν ὑ­πὲρ αὐ­τῆς κά­μνειν.

Δι­’ ὃ δὴ καὶ ἐ­μή­κυ­να τὰ πε­ρὶ τῆς πό­λε­ως, δι­δα­σκα­λί­αν τε ποι­ού­με­νος μὴ πε­ρὶ ἴ­σου ἡ­μῖν εἶ­ναι τὸν ἀ­γῶ­να καὶ οἷς τῶν­δε μη­δὲν ὑ­πάρ­χει ὁ­μοί­ως, καὶ τὴν εὐ­λο­γί­αν ἅ­μα ἐ­φ’ οἷς νῦν λέ­γω φα­νε­ρὰν ση­μεί­οις κα­θι­στάς. καὶ εἴ­ρη­ται αὐ­τῆς τὰ μέ­γι­στα· ἃ γὰρ τὴν πό­λιν ὕ­μνη­σα, αἱ τῶν­δε καὶ τῶν τοι­ῶν­δε ἀ­ρε­ταὶ ἐ­κό­σμη­σαν, καὶ οὐκ ἂν πολ­λοῖς τῶν ῾Ελ­λήνων ἰ­σόρ­ρο­πος ὥ­σπερ τῶν­δε ὁ λό­γος τῶν ἔρ­γων φα­νεί­η. δο­κεῖ δέ μοι δη­λοῦν ἀν­δρὸς ἀ­ρε­τὴν πρώ­τη τε μη­νύ­ου­σα καὶ τε­λευ­ταί­α βε­βαι­οῦ­σα ἡ νῦν τῶν­δε κα­τα­στρο­φή. καὶ γὰρ τοῖς τἆλ­λα χεί­ρο­σι δί­και­ον τὴν ἐς τοὺς πο­λέ­μους ὑ­πὲρ τῆς πα­τρί­δος ἀν­δρα­γα­θί­αν προ­τί­θε­σθαι· ἀ­γα­θῷ γὰρ κα­κὸν ἀ­φα­νί­σα­ντες κοι­νῶς μᾶλ­λον ὠ­φέ­λη­σαν ἢ ἐκ τῶν ἰ­δί­ων ἔ­βλα­ψαν. τῶν­δε δὲ οὔ­τε πλού­του τις τὴν ἔ­τι ἀ­πό­λαυ­σιν προ­τι­μή­σας ἐ­μα­λα­κί­σθη οὔ­τε πε­νί­ας ἐλ­πί­δι, ὡς κἂν ἔ­τι δι­α­φυ­γὼν αὐ­τὴν πλου­τή­σει­εν, ἀ­να­βο­λὴν τοῦ δει­νοῦ ἐ­ποι­ή­σα­το· τὴν δὲ τῶν ἐ­να­ντί­ων τι­μω­ρί­αν πο­θει­νο­τέ­ραν αὐ­τῶν λα­βό­ντες καὶ κιν­δύ­νων ἅ­μα τόν­δε κάλ­λι­στον νο­μί­σα­ντες ἐ­βου­λή­θη­σαν με­τ’ αὐ­τοῦ τοὺς μὲν τι­μω­ρεῖ­σθαι, τῶν δὲ ἐ­φί­ε­σθαι, ἐλ­πί­δι μὲν τὸ ἀ­φα­νὲς τοῦ κα­τορ­θώ­σειν ἐ­πι­τρέ­ψα­ντες, ἔρ­γῳ δὲ πε­ρὶ τοῦ ἤ­δη ὁ­ρω­μέ­νου σφί­σιν αὐ­τοῖς ἀ­ξι­οῦ­ντες πε­ποι­θέ­ναι, καὶ ἐν αὐ­τῷ τῷ ἀ­μύ­νε­σθαι καὶ πα­θεῖν μᾶλ­λον ἡ­γη­σά­με­νοι ἢ [τὸ] ἐν­δό­ντες σῴ­ζε­σθαι, τὸ μὲν αἰ­σχρὸν τοῦ λό­γου ἔ­φυ­γον, τὸ δ’ ἔρ­γον τῷ σώ­μα­τι ὑ­πέ­μει­ναν καὶ δι­’ ἐ­λα­χί­στου και­ροῦ τύ­χης ἅ­μα ἀ­κμῇ τῆς δό­ξης μᾶλ­λον ἢ τοῦ δέ­ους ἀ­πηλ­λά­γη­σαν.

Καὶ οἵ­δε μὲν προ­ση­κό­ντως τῇ πό­λει τοι­οί­δε ἐ­γέ­νο­ντο· τοὺς δὲ λοι­ποὺς χρὴ ἀ­σφα­λε­στέ­ραν μὲν εὔ­χε­σθαι, ἀ­τολ­μο­τέ­ραν δὲ μη­δὲν ἀ­ξι­οῦν τὴν ἐς τοὺς πο­λε­μί­ους δι­ά­νοι­αν ἔ­χειν, σκο­ποῦ­ντας μὴ λό­γῳ μό­νῳ τὴν ὠ­φε­λί­αν, ἣν ἄν τις πρὸς οὐ­δὲν χεῖ­ρον αὐ­τοὺς ὑ­μᾶς εἰ­δό­τας μη­κύ­νοι, λέ­γων ὅ­σα ἐν τῷ τοὺς πο­λε­μί­ους ἀ­μύ­νε­σθαι ἀ­γα­θὰ ἔ­νε­στιν, ἀλ­λὰ μᾶλ­λον τὴν τῆς πό­λε­ως δύ­να­μιν κα­θ’ ἡ­μέ­ραν ἔρ­γῳ θε­ω­μέ­νους καὶ ἐ­ρα­στὰς γι­γνο­μέ­νους αὐ­τῆς, καὶ ὅ­ταν ὑ­μῖν με­γά­λη δό­ξῃ εἶ­ναι, ἐν­θυ­μου­μέ­νους ὅ­τι τολ­μῶ­ντες καὶ γι­γνώ­σκο­ντες τὰ δέ­ο­ντα καὶ ἐν τοῖς ἔρ­γοις αἰ­σχυ­νό­με­νοι ἄν­δρες αὐ­τὰ ἐ­κτή­σα­ντο, καὶ ὁ­πό­τε καὶ πεί­ρᾳ του σφα­λεῖ­εν, οὐκ οὖν καὶ τὴν πό­λιν γε τῆς σφε­τέ­ρας ἀ­ρε­τῆς ἀ­ξι­οῦ­ντες στε­ρί­σκειν, κάλ­λι­στον δὲ ἔ­ρα­νον αὐ­τῇ προϊ­έ­με­νοι. κοι­νῇ γὰρ τὰ σώ­μα­τα δι­δό­ντες ἰ­δί­ᾳ τὸν ἀ­γή­ρων ἔ­παι­νον ἐ­λάμ­βα­νον καὶ τὸν τά­φον ἐ­πι­ση­μό­τα­τον, οὐκ ἐν ᾧ κεῖ­νται μᾶλ­λον, ἀλ­λ’ ἐν ᾧ ἡ δό­ξα αὐ­τῶν πα­ρὰ τῷ ἐ­ντυ­χό­ντι αἰ­εὶ καὶ λό­γου καὶ ἔρ­γου και­ρῷ αἰ­εί­μνη­στος κα­τα­λεί­πε­ται. ἀν­δρῶν γὰρ ἐ­πι­φα­νῶν πᾶ­σα γῆ τά­φος, καὶ οὐ στη­λῶν μό­νον ἐν τῇ οἰ­κεί­ᾳ ση­μαί­νει ἐ­πι­γρα­φή, ἀλ­λὰ καὶ ἐν τῇ μὴ προ­ση­κού­σῃ ἄ­γρα­φος μνή­μη πα­ρ’ ἑ­κά­στῳ τῆς γνώ­μης μᾶλ­λον ἢ τοῦ ἔρ­γου ἐν­δι­αι­τᾶ­ται. οὓς νῦν ὑ­μεῖς ζη­λώ­σα­ντες καὶ τὸ εὔ­δαι­μον τὸ ἐ­λεύ­θε­ρον, τὸ δ’ ἐ­λεύ­θε­ρον τὸ εὔ­ψυ­χον κρί­να­ντες μὴ πε­ρι­ο­ρᾶ­σθε τοὺς πο­λε­μι­κοὺς κιν­δύ­νους. οὐ γὰρ οἱ κα­κο­πρα­γοῦ­ντες δι­και­ό­τε­ρον ἀ­φει­δοῖ­εν ἂν τοῦ βί­ου, οἷς ἐλ­πὶς οὐκ ἔ­στιν ἀ­γα­θοῦ, ἀλ­λ’ οἷς ἡ ἐ­να­ντί­α με­τα­βο­λὴ ἐν τῷ ζῆν ἔ­τι κιν­δυ­νεύ­ε­ται καὶ ἐν οἷς μά­λι­στα με­γά­λα τὰ δι­α­φέ­ρο­ντα, ἤν τι πταί­σω­σιν. ἀλ­γει­νο­τέ­ρα γὰρ ἀν­δρί γε φρό­νη­μα ἔ­χο­ντι ἡ με­τὰ τοῦ [ἐν τῷ] μα­λα­κι­σθῆ­ναι κά­κω­σις ἢ ὁ με­τὰ ῥώ­μης καὶ κοι­νῆς ἐλ­πί­δος ἅ­μα γι­γνό­με­νος ἀ­ναί­σθη­τος θά­να­τος.

Δι᾿ ὅ­περ καὶ τοὺς τῶν­δε νῦν το­κέ­ας, ὅ­σοι πά­ρε­στε, οὐκ ὀ­λο­φύ­ρο­μαι μᾶλ­λον ἢ πα­ρα­μυ­θή­σο­μαι. ἐν πο­λυ­τρό­ποις γὰρ ξυμ­φο­ραῖς ἐ­πί­στα­νται τρα­φέ­ντες· τὸ δ’ εὐ­τυ­χές, οἳ ἂν τῆς εὐ­πρε­πε­στά­της λά­χω­σιν, ὥ­σπερ οἵ­δε μὲν νῦν, τε­λευ­τῆς, ὑ­μεῖς δὲ λύ­πης, καὶ οἷς ἐ­νευ­δαι­μο­νῆ­σαί τε ὁ βί­ος ὁ­μοί­ως καὶ ἐ­ντε­λευ­τῆ­σαι ξυ­νε­με­τρή­θη. χα­λε­πὸν μὲν οὖν οἶ­δα πεί­θειν ὄν, ὧν καὶ πολ­λά­κις ἕ­ξε­τε ὑ­πο­μνή­μα­τα ἐν ἄλ­λων εὐ­τυ­χί­αις, αἷς πο­τὲ καὶ αὐ­τοὶ ἠ­γάλ­λε­σθε· καὶ λύ­πη οὐχ ὧν ἄν τις μὴ πει­ρα­σά­με­νος ἀ­γα­θῶν στε­ρί­σκη­ται, ἀλ­λ’ οὗ ἂν ἐ­θὰς γε­νό­με­νος ἀ­φαι­ρε­θῇ. καρ­τε­ρεῖν δὲ χρὴ καὶ ἄλ­λων παί­δων ἐλ­πί­δι, οἷς ἔ­τι ἡ­λι­κί­α τέ­κνω­σιν ποι­εῖ­σθαι· ἰ­δί­ᾳ τε γὰρ τῶν οὐκ ὄ­ντων λή­θη οἱ ἐ­πι­γι­γνό­με­νοί τι­σιν ἔ­σο­νται, καὶ τῇ πό­λει δι­χό­θεν, ἔκ τε τοῦ μὴ ἐ­ρη­μοῦ­σθαι καὶ ἀ­σφα­λεί­ᾳ, ξυ­νοί­σει· οὐ γὰρ οἷ­όν τε ἴ­σον τι ἢ δί­και­ον βου­λεύ­ε­σθαι οἳ ἂν μὴ καὶ παῖ­δας ἐκ τοῦ ὁ­μοί­ου πα­ρα­βαλ­λό­με­νοι κιν­δυ­νεύ­ω­σιν. ὅ­σοι δ’ αὖ πα­ρη­βή­κα­τε, τόν τε πλέ­ο­να κέρ­δος ὃν ηὐ­τυ­χεῖ­τε βί­ον ἡ­γεῖ­σθε καὶ τόν­δε βρα­χὺν ἔ­σε­σθαι, καὶ τῇ τῶν­δε εὐ­κλεί­ᾳ κου­φί­ζε­σθε. τὸ γὰρ φι­λό­τι­μον ἀ­γή­ρων μό­νον, καὶ οὐκ ἐν τῷ ἀ­χρεί­ῳ τῆς ἡ­λι­κί­ας τὸ κερ­δαί­νειν, ὥ­σπερ τι­νές φα­σι, μᾶλ­λον τέρ­πει, ἀλ­λὰ τὸ τι­μᾶ­σθαι. παι­σὶ δ’ αὖ ὅ­σοι τῶν­δε πά­ρε­στε ἢ ἀ­δελ­φοῖς ὁ­ρῶ μέ­γαν τὸν ἀ­γῶ­να (τὸν γὰρ οὐκ ὄ­ντα ἅ­πας εἴ­ω­θεν ἐ­παι­νεῖν), καὶ μό­λις ἂν κα­θ’ ὑ­περ­βο­λὴν ἀ­ρε­τῆς οὐχ ὁ­μοῖ­οι, ἀλ­λ’ ὀ­λί­γῳ χεί­ρους κρι­θεῖ­τε. φθό­νος γὰρ τοῖς ζῶ­σι πρὸς τὸ ἀ­ντί­πα­λον, τὸ δὲ μὴ ἐ­μπο­δὼν ἀ­να­ντα­γω­νί­στῳ εὐ­νοί­ᾳ τε­τί­μη­ται. εἰ δέ με δεῖ καὶ γυ­ναι­κεί­ας τι ἀ­ρε­τῆς, ὅ­σαι νῦν ἐν χη­ρεί­ᾳ ἔ­σο­νται, μνη­σθῆ­ναι, βρα­χεί­ᾳ πα­ραι­νέ­σει ἅ­παν ση­μα­νῶ. τῆς τε γὰρ ὑ­παρ­χού­σης φύ­σε­ως μὴ χεί­ρο­σι γε­νέ­σθαι ὑ­μῖν με­γά­λη ἡ δό­ξα καὶ ἧς ἂν ἐ­π’ ἐ­λά­χι­στον ἀ­ρε­τῆς πέ­ρι ἢ ψό­γου ἐν τοῖς ἄρ­σε­σι κλέ­ος ᾖ.

Εἴ­ρη­ται καὶ ἐ­μοὶ λό­γῳ κα­τὰ τὸν νό­μον ὅ­σα εἶ­χον πρό­σφο­ρα, καὶ ἔρ­γῳ οἱ θα­πτό­με­νοι τὰ μὲν ἤ­δη κε­κό­σμη­νται, τὰ δὲ αὐ­τῶν τοὺς παῖ­δας τὸ ἀ­πὸ τοῦ­δε δη­μο­σί­ᾳ ἡ πό­λις μέ­χρι δ’ αὖ πα­ρη­βή­κα­τε, τόν τε πλέ­ο­να κέρ­δος ὃν ηὐ­τυ­χεῖ­τε βί­ον ἡ­γεῖ­σθε καὶ τόν­δε βρα­χὺν ἔ­σε­σθαι, καὶ τῇ τῶν­δε εὐ­κλεί­ᾳ κου­φί­ζε­σθε. τὸ γὰρ φι­λό­τι­μον ἀ­γή­ρων μό­νον, καὶ οὐκ ἐν τῷ ἀ­χρεί­ῳ τῆς ἡ­λι­κί­ας τὸ κερ­δαί­νειν, ὥ­σπερ τι­νές φα­σι, μᾶλ­λον τέρ­πει, ἀλ­λὰ τὸ τι­μᾶ­σθαι. παι­σὶ δ’ αὖ ὅ­σοι τῶν­δε πά­ρε­στε ἢ ἀ­δελ­φοῖς ὁ­ρῶ μέ­γαν τὸν ἀ­γῶ­να (τὸν γὰρ οὐκ ὄ­ντα ἅ­πας εἴ­ω­θεν ἐ­παι­νεῖν), καὶ μό­λις ἂν κα­θ’ ὑ­περ­βο­λὴν ἀ­ρε­τῆς οὐχ ὁ­μοῖ­οι, ἀλ­λ’ ὀ­λί­γῳ χεί­ρους κρι­θεῖ­τε. φθό­νος γὰρ τοῖς ζῶ­σι πρὸς τὸ ἀ­ντί­πα­λον, τὸ δὲ μὴ ἐ­μπο­δὼν ἀ­να­ντα­γω­νί­στῳ εὐ­νοί­ᾳ τε­τί­μη­ται. εἰ δέ με δεῖ καὶ γυ­ναι­κεί­ας τι ἀ­ρε­τῆς, ὅ­σαι νῦν ἐν χη­ρεί­ᾳ ἔ­σο­νται, μνη­σθῆ­ναι, βρα­χεί­ᾳ πα­ραι­νέ­σει ἅ­παν ση­μα­νῶ. τῆς τε γὰρ ὑ­παρ­χού­σης φύ­σε­ως μὴ χεί­ρο­σι γε­νέ­σθαι ὑ­μῖν με­γά­λη ἡ δό­ξα καὶ ἧς ἂν ἐ­π’ ἐ­λά­χι­στον ἀ­ρε­τῆς πέ­ρι ἢ ψό­γου ἐν τοῖς ἄρ­σε­σι κλέ­ος ᾖ.

Εἴ­ρη­ται καὶ ἐ­μοὶ λό­γῳ κα­τὰ τὸν νό­μον ὅ­σα εἶ­χον πρό­σfora, καὶ ἔρ­γῳ οἱ θα­πτό­με­νοι τὰ μὲν ἤ­δη κε­κό­σμη­νται, τὰ δὲ αὐ­τῶν τοὺς παῖ­δας τὸ ἀ­πὸ τοῦ­δε δη­μο­σί­ᾳ ἡ πό­λις μέ­χρι ἥ­βης θρέ­ψει, ὠ­φέ­λι­μον στέ­φα­νον τοῖσ­δέ τε καὶ τοῖς λει­πο­μέ­νοις τῶν τοι­ῶν­δε ἀ­γώ­νων προ­τι­θεῖ­σα· ἆ­θλα γὰρ οἷς κεῖ­ται ἀ­ρε­τῆς μέ­γι­στα, τοῖς δὲ καὶ ἄν­δρες ἄ­ρι­στοι πο­λι­τεύ­ου­σιν. νῦν δὲ ἀ­πο­λο­φυ­ρά­με­νοι ὃν προ­σή­κει ἑ­κά­στῳ ἄ­πι­τε.

Τοι­όσ­δε μὲν ὁ τά­φος ἐ­γέ­νε­το ἐν τῷ χει­μῶ­νι τού­τῳ·

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου